κείμενο

https://content.e-me.edu.gr/wp-admin/admin-ajax.php?action=h5p_embed&id=1056842

Βρες στο κείμενο τους συνηρημένους τύπους

Ὁ βασιλεὺς τῶν Περσῶν περὶ γεωργίας.

Ὁ βασιλεὺς τῶν Περσῶν ἡγεῖτο τὴν γεωργίαν ἐν τοῖς καλλίστοις ἐπιμελήμασιν εἶναι. Διὸ τοῖς ἐπιμελουμένοις αὐτῆς καὶ παρεχομένοις τὴν χώραν πυκνῶς συνοικουμένην παρεῖχε πάντα, ὧν ἐδέοντο. Πρῶτον μέν, διότι οὗτοι μάλιστα ἂν εὐσεβοῖεν τὰ πρὸς τοὺς θεούς· ἐκ γὰρ τῶν γιγνομένων καρπῶν κοσμοῦνται καὶ βωμοὶ καὶ ἀγάλματα καὶ ναοί. Δεύτερον δέ, διότι ἡ γῆ γεωργουμένη ἀμείβει τοὺς γεωργοὺς ἀνδρίζουσα καὶ γυμνάζουσα αὐτούς. Τοὺς δὲ μὴ προθυμουμένους τῶν γεωργῶν ἐτιμωρεῖτο καὶ τὴν χώραν αὐτοὺς ἀφηρεῖτο, ἵνα τοῖς ἐργαζομένοις διανέμοι ταύτην καὶ οὕτω μὴ στεροῖτο ἡ πατρὶς καρπῶν. Ἕλεγε δ’ αὐτοῖς· «Εὰν ἡ χώρα μὴ γεωργῆται, οὐ μόνον αὕτη, ἀλλὰ καὶ ἡ πατρὶς ἀδικεῖται· ἡ γὰρ ἀργία τὸ ἀπόλεμον παρασκευάζει. Ὅταν δὲ στερώμεθα καρπῶν καὶ ἀπόλεμοι ὦμεν, τότε κακῶς μὲν πάσχει ἡ χώρα, κινδυνεύομεν δὲ πάντες ὑπὸ τοῖς πολεμίοις γενέσθαι· εἰ γὰρ οἱ πολέμιοι ὁρῷεν ἡμᾶς ἀπολέμους, οὐκ ἂν εὐλαβοῖντο τὸν κίνδυνον καὶ προθυμοῖντο ἂν καταστρέψασθαι ἡμᾶς. Ἐπιμελεῖσθε οὖν τῆς γεωργίας, ἵνα καὶ ὑμεῖς εὖ πράττητε καὶ τῇ πατρίδι ὑπουργῆτε».

Φάση 4 Πήγαινε στο λεξικό της πύλης www.greek.language.gr και ψάξε ασυναίρετους τύπους στα νεα ελληνικά. Στη συνέχεια δημιούργησε το δικό σου κείμενο στα νεα ελληνικά και παρουσίασε΄το στην τάξη.

Leave a Reply